TLG 2568 002 :: [SOSTHENES] :: Fragmenta

[SOSTHENES] Hist.
(Cnidius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1851: 504.

frr. 1–2

Citation: Fragment — (line)

1

(1t)

ΙΒΗΡΙΚΑ.
2tE LIBRO TREDECIMO.
1 Plutarchus De fluv. 16, 3: Παράκειται δ’ αὐτῷ (τῷ Νείλῳ) ὄρος, Ἄργιλλον καλούμενον ἀπ’ αἰτίας τοιαύτης. Ζεὺς δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου, πό‐ λεως Κρητικῆς, Ἄργην νύμφην ἁρπάσας, ἀπήνεγκεν εἰς
5ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννη‐ σεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασε· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους, ἰδίοις σκή‐ πτροις Ἰνδοὺς ὑπέταξε· νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα
10κατέλιπεν ἐπιμελητὴν τῶν τόπων· ὃς τὴν χώραν ἀπ’ αὐτοῦ Πανίαν μετωνόμασεν· ἣν οἱ μεταγενέστεροι πα‐ ραγώγως Σπανίαν προσηγόρευσαν· καθὼς ἱστορεῖ Σω‐ σθένης ἐν ιγʹ Ἰβηρικῶν.

2

Id. ib. c. 17, 4: Γεννᾶται δ’ ἐν αὐτῷ (ἐν Εὐρώτᾳ) βοτάνη, καλουμένη Χαρίσιον, ἣν γυναῖκες, ἔαρος ἀρ‐ χομένου, τοῖς τραχήλοις περιάπτουσι, καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται· καθὼς ἱστορεῖ
5Κλεάνθης ἐν αʹ Περὶ ὀρῶν. Μέμνηται δὲ τούτων ἀκρι‐ βέστερον Σωσθένης ὁ Κνίδιος, παρ’ οὗ τὴν ὑπόθεσιν
εἴληφεν Ἑρμογένης.504